Ὁ Ἀκάθιστος Ὕμνος
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΜΙΚΡΟΥ
ΑΠΟΔΕΙΠΝΟΥ
Εὐλογειτὸς ὁ Θεὸς ἠμῶν πάντοτε νῦν καὶ εἰ καὶ εἷς τους αἰώνας τῶν αἰώνων.
Ἀμὴν
Δόξα σοὶ ὁ
Θεὸς ἠμῶν, δόξα
σοί.
Βασιλεῦ
οὐράνιε,
Παράκλητε, τὸ
Πνεῦμα τῆς
ἀληθείας ὁ
πανταχοῦ
παρὼν καὶ τὰ
πάντα πληρῶν ὁ
θησαυρὸς τῶν
ἀγαθῶν καὶ
ζωῆς χορηγός,
ἐλθὲ καὶ σκήνωσον
ἐν ἠμὶν καὶ
καθάρισον
ἠμᾶς ἀπὸ πάσης
κηλίδος καὶ
σῶσον ἀγαθέ,
τᾶς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ
Θεός, ἅγιος
ἰσχυρός, ἅγιος
ἀθάνατος
ἐλέησον ἠμᾶς
(ἐκ τρίτου).
Δόξα Πατρὶ καὶ Υἵω καὶ ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τους αἰώνας τῶν αἰώνων.
Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον
ἠμᾶς. Κύριε,
ἰλάσθητι ταὶς ἁμαρτίαις
ἠμῶν. Δέσποτα,
συγχώρησον
τᾶς ἀνομίας ἠμίν.
Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τᾶς
ἀσθενείας ἠμῶν,
ἕνεκεν τοῦ
ὀνόματός σου.
Κύριε
ἐλέησον. Κύριε
ἐλέησον, Κύριε
ἐλέησον.
Δόξα,
καὶ νῦν.
Πάτερ ἠμῶν,
ὁ ἐν τοὶς
οὐρανοίς,
ἁγιασθήτω τὸ
ὄνομά σου·
ἐλθέτω ἡ
βασιλεία σου·
γενηθήτω τὸ
θέλημά σου ὦς
ἐν οὐρανῷ καὶ
ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἠμῶν
τὸν ἐπιούσιον
δὸς ἠμὶν
σήμερον καὶ
ἄφες ἠμὶν τὰ
ὀφειλήματα
ἠμῶν, ὦς καὶ
ἠμεῖς ἀφίεμεν
τοὶς ὀφειλέταις
ἠμῶν· καὶ μὴ
εἰσενέγκης
ἠμᾶς εἷς
πειρασμόν,
ἀλλὰ ρύσαι
ἠμᾶς ἀπὸ τοῦ
πονηροῦ.
Ὅτι σου ἐστὶν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἷς τους αἰώνας τῶν αἰώνων.
Ἀμὴν
Κύριε
ἐλέησον ιβ'.
Δόξα, καὶ νῦν.
Δεῦτε
προσκυνήσωμεν
καὶ
προσπέσωμεν
τῷ βασιλεῖ ἠμῶν
Θεῶ.
Δεῦτε
προσκυνήσωμεν
καὶ
προσπέσωμεν
Χριστῷ τῷ βασιλεῖ
ἠμῶν Θεῶ.
Δεῦτε
προσκυνήσωμεν
καὶ
προσπέσωμεν
αὐτῶ, Χριστῷ τῷ
βασιλεῖ καὶ
Θεῶ ἠμῶν.
Ψαλμὸς
ν' (50).
Ἐλέησον μέ,
ὁ Θεός, κατὰ τὸ
μέγα ἔλεός σου,
καὶ κατὰ τὸ
πλῆθος τῶν
οἰκτιρμῶν σου
ἐξάλειψον τὸ
ἀνόμημά μου.
Ἐπὶ πλεῖον
πλῦνον μὲ ἀπὸ
τῆς ἀνομίας
μου, καὶ ἀπὸ
τῆς ἁμαρτίας
μου καθάρισον
μέ.Ὅτι τὴν
ἀνομίαν μου
ἐγὼ γινώσκω,
καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν
μου ἐστὶ διὰ
παντός. Σοὶ
μόνω ἥμαρτον
καὶ τὸ πονηρὸν
ἐνώπιόν σου
ἐποίησα? ὄπως
ἂν δικαιωθῆς ἐν
τοὶς λόγοις
σου καὶ
νικήσης ἐν τῷ
κρίνεσθαι σέ. Ἰδοὺ
γὰρ ἐν
ἀνομίαις
συνελήφθην,
καὶ ἐν ἁμαρτίαις
ἐκίσσησε μὲ ἡ
μήτηρ μου.Ἰδοὺ
γὰρ ἀλήθειαν
ἠγάπησας· τὰ
ἄδηλα καὶ τὰ
κρύφια της
σοφίας σου
ἐδήλωσας μοί.
Ραντιεῖς μὲ
ὑσσώπω καὶ
καθαρισθήσομαι·
πλυνεῖς μὲ καὶ
ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιεῖς μοὶ
ἀγαλλίασιν
καὶ
εὐφροσύνην
ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ
πρόσωπόν σου
ἀπὸ τῶν ἁμαρτιῶν
μου καὶ πάσας
τᾶς ἀνομίας
μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον
ἐν ἐμοὶ ὁ Θεός,
καὶ πνεῦμα
εὐθὲς
ἐγκαίνισον ἐν τοὶς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης
μὲ ἀπὸ τοῦ
προσώπου σου,
καὶ τὸ πνεῦμα
σου τὸ ἅγιον μὴ
ἀντανέλης ἀπ'
ἐμοῦ. Ἀπόδος
μοὶ τὴν
ἀγαλλίασιν
τοῦ σωτηρίου σου,
καὶ πνεύματι
ἠγεμονικῶ
στήριξον μέ.
Διδάξω ἀνόμους
τᾶς ὁδούς σου,
καὶ ἀσεβεῖς
ἐπὶ σὲ
ἐπιστρέψουσι.
Ρύσαι μὲ ἐξ
αἱμάτων ὁ Θεός,
ὁ Θεὸς τῆς
σωτηρίας μου·
ἀγαλλιάσεται
ἡ γλώσσα μου
τὴν
δικαιοσύνην
σου. Κύριε, τὰ
χείλη μου
ἀνοίξεις, καὶ
τὸ στόμα μου
ἀναγγελεῖ τὴν
αἴνεσίν σου.
Ὅτι, εἰ
ἠθέλησας
θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα
οὒκ
εὐδοκήσεις.
Θυσία τῷ Θεῷ
πνεῦμα συντετριμμένον
καρδίαν
συντετριμμένην
καὶ τεταπεινωμένην
ὁ Θεὸς οὒκ
ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τὴ
εὐδοκία σου
τὴν Σιῶν καὶ
οἰκοδομηθήτω
τὰ τείχη
Ἱερουσαλήμ.
Τότε
εὐδοκήσεις
θυσίαν δικαιοσύνης,
ἀναφορὰ καὶ ὁλοκαυτώματα.
Τότε
ἀνοίσουσιν
ἐπὶ τὸ
θυσιαστήριόν
σου μόσχους.
Ψαλμὸς
ξθ' (69).
Ὁ
Θεός, εἷς
τὴν βοήθειάν
μου πρόσχες·
Κύριε, εἷς τὸ βοηθῆσαι
μοὶ σπεῦσον.
Αἰσχυνθήτωσαν
καὶ ἐντραπήτωσαν
οἱ ζητοῦντες
τὴν ψυχήν μου.
Ἀποστραφήτωσαν
εἷς τὰ ὀπίσω
καὶ
καταισχυνθήτωσαν
οἱ βουλόμενοι
μοὶ κακά.
Ἀποστραφήτωσαν
παραυτίκα
αἰσχυνόμενοι
οἱ λέγοντες
μοί· εὖγε, εὖγε.
Ἀγαλλιάσθωσαν
καὶ
εὐφρανθήτωσαν
ἐπὶ σὸ πάντες οἱ
ζητοῦντες σέ, ὁ
Θεός.
Καὶ
λεγέτωσαν διὰ
παντός,
μεγαλυνθήτω ὃ
Κύριος, οἱ
ἀγαπῶντες τὸ
σωτήριόν σου.
Ἐγὼ δὲ πτωχὸς
εἰμὶ καὶ πένης·
ὁ Θεός,
βοήθησον μοί.
Βοηθός
μου καὶ ρύστης
μου εἰ σύ, Κύριε,
μὴ χρονίσης.
Ψαλμὸς
ρμβ' (142).
Κύριε,
εἰσάκουσoν τῆς
προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν
μου ἐν τὴ
ἀληθεία σου,
ἐiσάκουσόν μου
ἐν τὴ δικαιοσύνη
σου· Καὶ μὴ
εἰσέλθης εἷς
κρίσιν μετὰ
τοῦ δούλου σου,
ὅτι οὐ
δικαιωθήσεται
ἐνώπιόν σου
πᾶς ζῶν. Ὅτι
κατεδίωξεν ὁ
ἐχθρὸς τὴν
ψυχήν μου·
ἐταπείνωσεν
εἷς γῆν τὴν
ζωήν μου.
Ἐκάθισε μὲ ἐν
σκοτεινοὶς ὦς
νεκροὺς
αἰῶνος· καὶ
ἠκηδίασεν ἐπ'
ἐμὲ τὸ πνεῦμα
μου, ἐν ἐμοὶ
ἐταράχθη ἡ
καρδία μου.
Ἐμνήσθην
ἡμερῶν
ἀρχαίων,
ἐμελέτησα ἐν
πάσι τοὶς
ἔργοις σου, ἐν
ποιήμασι τῶν
χειρῶν σου
ἐμελέτων.
Διεπέτασα
πρὸς σὲ τᾶς
χείρας μου, ἡ
ψυχή μου ὦς γῆ
ἄνυδρος σοί.
Ταχὺ
εἰσάκουσόν
μου, Κύριε,
ἐξέλιπε τὸ
πνεῦμα μου. Μὴ
ἀποστρέψης τὸ
πρόσωπόν σου
ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοὶς
καταβαίνουσιν
εἷς λάκκον.
Ἀκουστὸν ποίησον
μοὶ τὸ πρωὶ τὸ
ἔλεός σου, ὅτι
ἐπὶ σοῖ ἤλπισα.
Γνώρισον μοί,
Κύριε, ὁδὸν ἐν
ᾑ πορεύσομαι,
ὅτι πρὸς σὲ ἦρα
τὴν ψυχήν μου.
Ἐξελοὺ μὲ ἐκ
τῶν ἐχθρῶν μου,
Κύριε, πρὸς σὲ
κατέφυγον·
δίδαξον μὲ τοῦ
ποιεὶν τὸ θέλημά
σου., ὅτι σὺ εἰ ὁ
Θεός μου. Τὸ
πνεῦμα σου τὸ
ἀγαθὸν
ὁδηγήσει μὲ ἐν
γῇ εὐθεία·
ἕνεκεν τοῦ
ὀνόματός σου,
Κύριε, ζήσεις
μέ. Ἐν τὴ
δικαιοσύνη σου
ἐξάξεις ἐκ
θλίψεως τὴν
ψυχήν μου, καὶ
ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις
τοὺς ἐχθρούς
μου· καὶ
ἀπολεῖς πάντας
τοὺς
θλίβοντας τὴν
ψυχήν μου, ὅτι
ἐγὼ δοῦλος σου
εἰμί.
Δοξολογία
μικρά.
Σοὶ δόξα
πρέπει, Κύριε ὁ
Θεὸς ἠμῶν, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἷς τους
αἰώνας τῶν
αἰώνων. Ἀμήν.
Δόξα ἐν
ὑψίστοις Θεῶ,
καὶ ἐπὶ γῆς
εἰρήνη, ἐν
ἀνθρώποις
εὐδοκία.
Ὑμνοῦμεν
σέ, εὐλογοῦμεν
σέ,
προσκυνοῦμεν
σέ, δοξολογοῦμεν
σέ,
εὐχαριστοῦμεν
σοὶ διὰ τὴν
μεγάλην σου
δόξαν.
Κύριε
βασιλεῦ,
ἐπουράνιε Θεέ,
Πάτερ
παντοκράτορ· Κύριε
Υἱὲ μονογενές,
Ἰησοῦ Χριστέ,
καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ
Θεός, ὁ ἀμνὸς
τοῦ Θεοῦ, ὁ
Υἱὸς τοῦ
Πατρός, ὁ αἴρων
τὴν ἁμαρτίαν
τοῦ κόσμου,
ἐλέησον ἠμᾶς ὁ
αἴρων τᾶς ἁμαρτίας
τοῦ κόσμου.
Πρόσδεξαι
τὴν δέησιν
ἠμῶν, ὁ
καθήμενος ἐν
δεξιᾷ τοῦ
Πατρός, καὶ
ἐλέησον ἠμᾶς.
Ὅτι σὺ εἰ
μόνος ἅγιος, σὺ
εἰ μόνος
Κύριος, Ἰησοῦς
Χριστός, εἷς
δόξαν Θεοῦ
Πατρός.
Ἀμήν.
Καθ'
ἑκάστην
ἡμέραν
εὐλογήσω σέ,
καὶ αἰνέσω τὸ
ὄνομά σου εἷς
τὸν αἰώνα καὶ
εἷς τὸν αἰώνα
τοῦ αἰῶνος.
Κύριε,
καταφυγὴ
ἐγενήθης ἠμὶν
ἐν γενεᾷ καὶ
γενεά. Ἐγὼ εἶπα·
Κύριε, ἐλέησον
μέ· ἴασαι τὴν
ψυχήν μου, ὅτι
ἥμαρτον σοί.
Κύριε, πρὸς
σὲ κατέφυγον,
δίδαξον μὲ τοῦ
ποιεὶν τὸ
θέλημά σου, ὅτι
σὺ εἰ ὁ Θεός
μου.
Ὅτι παρὰ
σοῖ πηγὴ ζωῆς,
ἐν τῷ φωτί σου
ὀψόμεθα φῶς.
Παράτεινον
τὸ ἔλεός σου
τοὶς
γινώσκουσι σέ.
Καταξίωσον,
Κύριε, ἐν τὴ
ἡμέρα ταύτη
ἀναμαρτήτους
φυλαχθῆναι
ἠμᾶς.
Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἠμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἷς τους αἰώνας.
Γένοιτο,
Κύριε, τὸ ἔλεός
σου ἐφ' ἠμᾶς,
καθάπερ ἠλπίσαμεν
ἐπὶ σέ.
Εὐλογητὸς
εἰ, Κύριε,
δίδαξον μὲ τὰ
δικαιώματά σου.
Εὐλογητὸς
εἰ, Δέσποτα,
συνέτισον μὲ
τὰ δικαιώματά
σου.
Εὐλογητὸς
εἰ, Ἅγιε,
φώτισον μὲ
τοὶς
δικαιώμασί σου.
Κύριε, τὸ
ἔλεός σου εἷς
τὸν αἰώνα· τὰ
ἔργα τῶν χειρῶν
σου μὴ παρίδης.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἷς τους αἰώνας τῶν αἰώνων.
Ἀμήν.
Πιστεύω
εἷς ἕνα Θεόν,
Πατέρα,
παντοκράτορα,
ποιητὴν
οὐρανοὺ καὶ
γῆς, ὁρατῶν τὲ
πάντων καὶ
ἀοράτων.
Καὶ εἷς ἕνα
Κύριον Ἰησοῦν
Χριστόν, τὸν
Υἱὸν τοῦ Θεοῦ
τὸν μονογενῆ,
τὸν ἐκ τοῦ
Πατρὸς
γεννηθέντα πρὸ
πάντων τῶν
αἰώνων. φῶς ἐκ
φωτός, θεὸν
ἀληθινὸν ἐκ
Θεοῦ ἀληθινοῦ,
γεννηθέντα, οὐ
ποιηθέντα,
ὁμοούσιον τῷ
Πατρί, δι' οὐ τὰ
πάντα ἐγένετο. Τὸν
δι' ἠμᾶς τοὺς
ἀνθρώπους καὶ
διὰ τὴν
ἡμετέραν σωτηρίαν
κατελθόντα ἐκ
τῶν οὐρανῶν
καὶ σαρκωθέντα
ἐκ Πνεύματος
ἅγιου καὶ
Μαρίας τῆς
Παρθένου καὶ
ἐνανθρωπήσαντα.
Σταυρωθέντα
τὲ ὑπὲρ ἠμῶν
ἐπὶ Ποντίου
Πιλάτου καὶ
παθόντα καὶ
ταφέντα. Καὶ
ἀναστάντα τὴ
τρίτη ἥμερα
κατὰ τᾶς
Γραφᾶς. Καὶ
ἀνελθόντα εἷς
τους οὐρανοὺς
καὶ
καθεζόμενον
ἐκ δεξιῶν του
Πατρός. Καὶ
πάλιν
ἐρχόμενον
μετὰ δόξης
κρίναι ζώντας
καὶ νεκρούς· οὐ
τῆς βασιλείας
οὒκ ἔσται
τέλος.
Καὶ εἷς τὸ
Πνεῦμα τὸ
ἅγιον, τὸ
κύριον τὸ
ζωοποιὸν τὸ ἐκ
τοῦ Πατρὸς
ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ
καὶ Υἵω
συμπροσκυνούμενον
καὶ
συνδοξαζόμενον,
τὸ λάλησαν διὰ
τῶν προφητῶν.
Εἷς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἐν βάπτισμᾳ εἷς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.
'Ἀξιὸν
ἐστιν ὦς
ἀληθῶς,
μακαρίζειν σὲ
τὴν Θεοτόκον,
τὴν
ἀειμακάριστον
καὶ
παναμώμητον,
καὶ μητέρα τοῦ
Θεοῦ ἠμῶν. Τὴν
τιμιωτέραν
τῶν Χερουβίμ,
καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως
τῶν Σεραφίμ,
τὴν
ἀδιαφθόρως
Θεὸν Λόγον
τεκοῦσαν, τὴν
ὄντως
Θεοτόκον σὲ
μεγαλύνομεν.
Εἶτα
ψάλλεται ὁ
Κανών
Ἀνοίξω
το στόμα μου και πληρωθήσεται Πνεύματος, και λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί·
καί ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καί ἄσω γηθόμενος ταύτης τά θαύματα ».
Τροπάρια
Ὑπεραγία
Θεοτόκε σῶσον ὑμᾶς
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι,
ὁ μέγας Ἀρχάγγελος, Ἁγνή, θεώμενος, ἐπεφώνει σοι· Χαῖρε, χαρᾶς δοχεῖον, δι’ ἧς
τῆς προμήτορος ἀρά λυθήσεται.
Ὑπεραγία
Θεοτόκε σῶσον ὑμᾶς
Ἀδάμ ἐπανόρθωσις, χαῖρε, Παρθένε Θεόνυμφε, τοῦ Ἅδου
ἡ νέκρωσις· χαῖρε, Πανάμωμε, το παλάτιον τοῦ μόνου Βασιλέως· χαῖρε, θρόνε πύρινε
τοῦ Παντοκράτορος.
Δόξα
Πατρί…
Ρόδον τό ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· το
μῆλον το εὔοσμον, χαίρε ἡ τέξασα· τό ὀσφράδιον τοῦ πάντων Βασιλέως· χαῖρε,
ἀπειρόγαμε, κόσμου διάσωσμα.
Και
νῦν…
Ἁγνείας θησαύρισμα, χαῖρε, δι’ ἧς ἐκ τοῦ πτώματος
ἡμῶν εξανέστημεν· χαῖρε, ἡδύπνοον κρίνον, Δέσποινα, πιστούς εὐωδιάζον· θυμίαμα
εὔοσμον, μύρον πολύτιμον.
Ὠδή γ΄ .
Ὁ Εἱρμός
«Τους
σούς ὑμνολόγους, Θεοτόκε, ὠς ζῶσα καί ἄφθονος πηγή, θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον· καί ἐν τῆ θείᾳ δόξῃ σου στεφάνων δόξης ἀξίωσον».
Τροπάρια
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς.
Στάχυν ἡ βλαστήσασα τον θεῖον, ὡς χώρα ἀνήροτος
σαφῶς, χαῖρε, ἀμνάς κυήσασα Θεοῦ ἀμνόν, τόν αἴροντα κόσμου παντός τά πταίσματα·
χαῖρε, θερμόν ἱλαστήριον.
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Δάμαλις τόν μόσχον ἡ τεκούσα τόν ἄμωμον, χαῖρε,
τοῖς πιστοῖς· χαῖρε, ἀμνάς κυήσασα Θεού ἀμνόν, τόν αἴροντα κόσμου παντός τά
πταίσματα· χαῖρε, θερμόν ἱλαστήριον.
Δόξα
Πατρί…
Ὄρθρος φαεινός· χαῖρε, ἡ μόνη, τόν ἥλιον φέρουσα
Χριστον, φωτός κατοικητήριον· χαῖρε, τό σκότος λύσασα καί τούς ζοφώδεις δαίμονας
ὁλοτελῶς ἐκμειώσασα.
Και
νῦν…
Χαῖρε, πύλη μόνε, ἥν ὁ Λόγος διώδευσε μόνος, ἡ
μοχλούς καί πύλας Ἅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε, ἡ θεία εἴσοδος
τῶν σῳζομένων, πανύμνητε.
Ὠδή δ΄ .
Ὁ Εἱρμός
«Ὁ καθήμενος ἐν δόξῃ ἐπί θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ ἦλθεν Ἰησους ὁ ὑπέρθεος τῇ ἀκηράτῳ παλάμῃ καί διέσωσε τούς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου».
Τροπάρια
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Ἐν φωναῖς ἀσμάτων πίστει σοί βοῶμεν, Πανύμνητε.
Χαῖρε, πῖον ὄρος καί τετύρωμένον ἐν Πνεύματι· χαῖρε, λυχνία καί στάμνε, μάννα
φέρουσα, τό γλυκαῖνον τά τῶν εὐσεβῶν αἰσθητήρια.
Ὑπεραγία
Θεοτόκε σῶσον ὑμᾶς
Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα·
χαῖρε, κλῖμαξ γῆθεν πάντας ανυψώσασα χάριτι· χαῖρε, ἡ γέφυρα ὄντως ἡ μετάγουσα
ἐκ θανάτου πάντας πρός ζωήν τούς ὑμνοῦντάς σε.
Ὑπεραγία
Θεοτόκε σῶσον ὑμᾶς
Οὐρανῶν ὑψηλοτέρα, χαῖρε, γῆς τό θεμέλιον ἐν τῇ σῇ
νηδύϊ, Ἄχραντε, ἀκόπως βαστάσασα· χαῖρε, κογχύλη πορφύραν θείαν βάψασα, ἐξ
αἱμάτων σου τῷ βασιλεί τῶν δυνάμεων.
Δόξα
Πατρί…
Νομοθέτην ἡ τεκοῦσα, άληθῶς, χαῖρε, Δέσποινα, τόν
τάς ἀνομίας πάντων δωρεάν ἐξαλείφοντα· ἀκατανόητον βάθος, ὕψος ἄρρηκτον,
ἀπειρόγαμε, δι' ἧς ἡμεῖς ἐθεώθημεν.
Και νῦν…
Σέ τήν πλέξασαν τῷ κόσμῳ ἀχειρόπλοκον στέφανον
ἀνυμνολογοῦμεν· Χαῖρέ σοι, Παρθένε, κραυγάζοντες, τό φυλακτήριον πάντων καί
χαράκωμα καί κραταίωμα καί ἱερόν καταφύγιον.
Ὠδή ε΄ .
Ὁ Εἱρμός
«Ἐξέστη
τά σύμπαντα, ἐπί τῇ θείᾳ δόξῃ σου· σύ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ,
τον ἐπί πάντων Θεόν, καί τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνοὺσί σε, σωτηρίαν
βραβεύοντα».
Τροπάρια
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς.
Ὁδόν ἡ κυήσασα, ζωὴς χαὶρε Πανάμωμε, ἡ κατακλυσμοῦ
τῆς ἁμαρτίας, σώσασα κόσμον· χαῖρε Θεόνυμφε, ἄκουσμα καί λάλημα φρικτόν· χαῖρε
ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Ἰσχύς και ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε
ἁγιάσματος τῆς δόξης· νέκρωσις ᾍδου, νυμφών ὁλόφοτε· χαῖρε τῶν Ἀγγέλων χαρμονή·
χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε
Παράδεισε το ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τον Κύριον· οὗ ὁ γλυκασμός ζωοποιεῖ,
πίστει τούς μετέχοντας, καί φθορᾷ ὑποκύψαντας.
Δόξα
Πατρί…
Ρωννύμενοι σθένοι σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε
πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καί ἀξιάκουστα, περί ἧς λελάληνται σαφῶς·
ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.
Και
νῦν...
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου· χαῖρε Ἄχραντε· κόχλος
ἡ τόν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρός Θεόν
καταλλαγή, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.
Ὠδή ς΄ .
Ὁ Εἱρμός
«Τήν
θείαν ταύτην καί πάντιμον, τελοῦντες ἑορτήν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεύτε
τάς χεῖρας κροτήσωμεν, τόν ἐξ αὐτῆς τεχθέντα, Θεόν δοξάζοντες (δίς)».
Τροπάρια
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Παστάς τοῦ Λόγου ἀμόλυντε, αίτία τῆς τῶν πάντων
θεώσεως, χαῖρε πανάχραντε, τῶν Προφητών περιήχημα· χαῖρε τῶν Ἀποστόλων, τό
ἐγκαλώπισμα.
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμόν πολυθεΐας ἡ
λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὅν Γεδεών Παρθένε,
προεθεάσατο.
Δόξα
Πατρί…
Ἰδού σοι Χαῖρε κραυγάζομεν· λιμήν ἡμῖν γενοῦ
θαλαττεύουσι, καί ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καί τῶν σκανδάλων
πάντων, τοῦ πολεμήτορος.
Και
νῦν...
Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τόν λογισμόν τοῦ
κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος, βάτος νεφέλη ὁλόφωτε, ἡ τούς πιστούς ἀπαύστως
ἐπισκιάζουσα.
Ὠδή ζ΄ .
Ὁ Εἱρμός
«Οὐκ
ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρά τόν κτίσαντα· ἀλλά πυρός ἀπειλήν,
ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καί
Θεός εὐλογητός εἶ.».
Τροπάρια
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Ἀνυμνούμεν σε, βοῶντες Χαῖρε ὄχημα, Ἡλίου τοῦ
νοητοῦ· ἄμπελος ἀληθινή, τόν βότρυν τόν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα,
τόν τάς ψυχάς εὐφραινοντα, τῶν πιστῶς σε δοξαζόντων.
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε Θεόνυμφε· ἡ
ράβδος ἡ μυστική, ἄνθος τό ἀμάραντον, ἡ εξανθήσασα· χαῖρε Δέσποινα, δι’ ἧς χαράς
πληρούμεθα, καί ζωήν κληρονομούμεν.
Ὑπεραγία
Θεοτόκε σῶσον ὑμᾶς.
Ρητορεύουσα, ού σθένει γλώσσα Δέσποινα, ὑμνολογῆσαι
σε· ὑπέρ γάρ τά Σεραφείμ, ὑψώθης κυήσασα, τόν Βασιλέα Χριστόν· ὅν ἱκέτευε, πάσης
νῦν βλάβης ρύσασθαι, τούς πιστῶς σε προσκυνοῦντας.
Δόξα
Πατρί…
Εὐφημεί σε, μακαρίζοντα τά πέρατα, καί ἀνακράζει
σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρός ὁ Λόγος Ἁγνή· ὅν ἱκέτευε,
βίβλῳ ζωῆς τούς δούλους σου, καταγράψαι Θεοτόκε.
Και νῦν...
Ἱκετεύομεν, οἱ δοῦλοί σου καί κίνομες, γόνυ καρδίας
ἡμων· Κλῖνον τό οὖς σου Ἁγνή, καί σῶσον τούς θλίψεσι, βυθιζομένους ἡμᾶς, καί
συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τήν σήν πόλην Θεοτόκε.
Ὠδή η΄ .
Ὁ Εἱρμός
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου
διεσώσατο, τότε μέν τυπούμενος· νῦν δέ ἐνεργούμενος, τήν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν· τόν Κύριον ὑμνείτε τά ἔργα, καί ὑπερυψοῦτε εἰς πάντας τούς
αἰῶνας».
Τροπάρια
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς
Νηδύι τόν Λόγον ὑπεδέξω, τόν πάντα βαστάζοντα
ἐβάστασας· γάλακτι εξέθρεψας, νεύματι τόν τρέφοντα, τήν οἰκουμένην ἅπασαν, Ἁγνή
ᾧ ψάλλομεν· Τόν Κύριον ὑμνείτε τά ἔργα, καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
Ὑπεραγία
Θεοτόκε σῶσον ὑμᾶς.
Μωσῆς κατενόησεν ἐν βάτῳ, τό μέγα μυστήριον τοῦ
τόκου σου· Παῖδες προεικόνισαν, τοῦτο εμφανέστατα, μέσον πυρός ἱστάμενοι, καί μή
φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνούμεν, εἰς πάντας τούς αἰῶνας.
Οἰ πρώην ἀπάτῃ γυμνωθέντες, στολήν ἀφθαρσίας
ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου· καί οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς
κατωπτεύσαμεν, φωτός κατοικητήριον, Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τούς
αἰῶνας.
Νεκροί διά σοῦ ζωοποιούνται· ζωήν γάρ τήν
ἐνυπόστατον ἐκύησας· εὔλαλοι οἱ ἄλαλοι, πρώην χρηματίζοντες, λεπροί
ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τά πλήθη, ἥττηνται Παρθένε,
βροτῶν ἡ σωτηρία.
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι’ ἧς από γῆς εἰς ὕψος
ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καί κραταίωμα, τεῖχος καί ὀχύρωμα, τῶν
μελῳδούντων Ἁγνή· Τόν Κύριον ὑμνείτε τά ἔργα καί ὑπερυψοῦτε εἰς πάντας τούς
αἰῶνας.
Τροπάρια
Ὑπεραγία Θεοτόκε σῶσον ὑμᾶς.
Ἵνα σοι πιστοί, τό Χαῖρε κραυγάζωμεν, οἱ διά σοῦ
τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ρῦσαι ἡμᾶς πειράσμοῦ, βαρβαρικής
ἁλώσεως, καί πάσης ἄλλης πληγῆς, διά πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοίς
ἁμαρτάνουσιν.
Ὤφθης φωτισμός, ἡμῶν καί βεβαίωσις·ὅθεν βοῶμεν σοι·
Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τόν μέγαν Ἥλιον· χαῖρε Ἐδέμ ἀνοίξασα, τήν
κεκλεισμένην Ἁγνή· χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τήν ἄνω ζωήν τό ἀνθρώπινον.
Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καί ἐκβοήσωμεν·
Χαῖρε κόσμου Δέσποινα· χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος, ἐν
γυναιξί καί καλή· χαῖρε σκεῦος, μύρον τό ἀκένωτον, ἐπί σέ κενωθέν εἰσδεξάμενον.
Ἡ περιστερά, ἡ τόν ἐλεήμονα ἀποκυήσασα, χαῖρε
ἀειπᾶρθενε Ὁσίων πάντων, χαῖρε τό καύχημα, τῶν Ἁθλητῶν στεφάνωμα· χαῖρε ἀπάντων
τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καί ἡμῶν τῶν πιστῶν τό διάσωσμα.
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τάς ἁμαρτίας
ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τήν ἐπί γῆς ἀσπόρῳς
σε, κυοφορήσασαν, διά μέγα, ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τό ἀλλότριον.
Ὁ Ἀκάθιστος
Ὕμνος
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει ἐν τῇ σκηνῆ τοῦ Ἰωσὴφ
σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς
οὐρανοὺς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα
δούλου μορφὴν ἐξίσταμαι κραυγάζων σοι·
Χαῖρε͵ δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει·
χαῖρε͵ δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
χαῖρε͵ τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε͵ τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
χαῖρε͵ ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
χαῖρε͵ βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
χαῖρε͵ ὅτι ὑπάρχεις βασιλέως καθέδρα·
χαῖρε͵ ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
χαῖρε͵ ἀστὴρ ἐμφαίνων τὸν ἥλιον·
χαῖρε͵ γαστὴρ ἐνθέου σαρκώσεως·
χαῖρε͵ δι΄ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε͵ δι΄ ἧς προσκυνεῖται ὁ πλάστης·
Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵
χαῖρε͵ σιγῇ δεομένων πίστις·
χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵
χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ θεός·
χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν·
χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα·
χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·
χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα·
χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν·
χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Ἀλληλούϊα.
Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα·
χαῖρε͵ καρποῦ ἀθανάτου κτῆμα·
χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον·
χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν·
χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν·
χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις·
χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα·
χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία·
χαῖρε͵ θνητῶν πρὸς θεὸν παρρησία·
Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ·
χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
χαῖρε͵ ἀοράτων θηρῶν ἀμυντήριον·
χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ·
χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς·
χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα·
χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης·
χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ·
χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον παύσασα·
χαῖρε͵ τῆς τριάδος τοὺς μύστας φυλάττουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς·
χαῖρε͵ κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας·
χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν σβέσασα·
χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ Περσῶν ὁδηγὲ σωφροσύνης·
χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων·
χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα·
χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν·
χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει·
χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε·
χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας·
χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Ἀλληλούϊα.
Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας·
χαῖρε͵ τὸ στέμμα τῆς ἐγκρατείας·
χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα·
χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα·
χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί·
χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵ ὑφ΄ οὗ σκέπονται πολλοί·
χαῖρε͵ κυοφοροῦσα λυτρωτὴν αἰχμαλώτοις·
χαῖρε͵ ἀπογεννῶσα ὁδηγὸν πλανωμένοις·
χαῖρε͵ κριτοῦ δικαίου δυσώπησις·
χαῖρε͵ πολλῶν πταισμάτων συγχώρησις·
χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας·
χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα·
Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς
οὐρανοὺς μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας·
Ἀλληλούϊα.
Χαῖρε͵ θεοῦ ἀχωρήτου χώρα·
χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα·
χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα·
χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα·
χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ·
χαῖρε͵ οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ·
χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα·
χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα·
χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις·
χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος·
χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας·
χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων·
Χαῖρε͵ σοφίας θεοῦ δοχεῖον·
χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον·
χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα·
χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα·
χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί·
χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί·
χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα·
χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα·
χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα·
χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα·
χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι·
χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων·
Ἀλληλούϊα.
Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας·
χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας·
χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως·
χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος·
χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς·
χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν·
χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα·
χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα·
χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως·
χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα·
χαῖρε͵ καλὴ κουροτρόφε παρθένων·
χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων·
Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου·
χαῖρε͵ λαμπτὴρ τοῦ ἀδύτου φέγγους·
χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα·
χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα·
χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν·
χαῖρε͵ ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν·
χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον·
χαῖρε͵ τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον·
χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν·
χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν·
χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας·
χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης
ἀνθρώπων͵ ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας
τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.
Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου·
χαῖρε͵ ἁγία ἁγίων μείζων·
χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι·
χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια·
χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία·
χαῖρε ψυχῆς τῆς ἐμῆς προστασία·
Τρισάγιον.
Παναγία Τριάς.
Πάτερ ἠμῶν.
Εἴτα τὸ κοντάκιον
τῆς ἑορτῆς ἢ
τῆς ἡμέρας, ἢ
τὰ παρόντα
τροπάρια.
Εἴτα
τὸ Κύριε
ἐλέησον μ', καὶ
τὴν εὐχὴν
ταύτην.
Ὁ ἐν παντὶ
καιρῶ καὶ πάση
ὥρα ἐν οὐρανῷ
καὶ ἐπὶ γῆς
προσκυνούμενος
καὶ
δοξαζόμενος
Χριστὸς ὁ Θεός,
ὁ μακρόθυμος, ὁ
πολυέλεος, ὁ
πολυέσπλαγχνος,
ὁ τοὺς
δικαίους
ἀγαπῶν καὶ
τοὺς ἁμαρτωλοὺς
ἐλεῶν, ὁ πάντας
καλῶν πρὸς
σωτηρίαν διὰ
τῆς ἐπαγγελίας
τῶν μελλόντων
ἀγαθῶν· αὐτός.
Κύριε, πρόσδεξαι
καὶ ἠμῶν ἐν τὴ
ὤρα ταύτη τᾶς
ἐντεύξεις καὶ ἴθυνον
τὴν ζωὴν ἠμῶν
πρὸς τᾶς
ἐντολᾶς σου.
Τᾶς ψυχᾶς ἠμῶν
ἁγίασον, τὰ
σώματα
ἄγνισον, τοὺς
λογισμοὺς
διόρθωσον, τᾶς
ἐννοίας
κάθαρον καὶ
ρύσαι ἠμᾶς ἀπὸ
πάσης θλίψεως,
κακῶν καὶ
ὀδύνης.
Τείχισον ἠμᾶς
ἁγίοις σου
Ἀγγέλοις, ἴνα
τὴ παρεμβολὴ
αὐτῶν
φρουρούμενοι
καὶ
ὁδηγούμενοι
καταντήσωμεν
εἷς τὴν
ἑνότητα τῆς
πίστεως καὶ
εἷς τὴν
ἐπίγνωσιν τῆς
ἀπροσίτου σου
δόξης· ὅτι εὐλογητὸς
εἰ εἷς τους
αἰώνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον γ'. Δόξα,
καὶ νῦν. Τὴν
τιμιωτέραν.
Εὐχὴ
εἷς τὴν
ὑπεραγίαν
Θεοτόκον.
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, θεόνυμφε Δέσποινα· ἡ Θεὸν Λόγον τοὶς ἀνθρώποις τὴ παραδόξω σου κυήσει ἐνώσασα καὶ τὴν ἀπωσθείσαν φύσιν τοῦ γένους ἠμῶν τοὶς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἔλπις καὶ τῶν πολεμουμένων βοήθεια· ἡ ἑτοίμη ἀντίληψις τῶν εἷς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξη μὲ τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροὶς λογισμοὶς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῶν ἡδονῶν τοῦ βίου, ραθυμία γνώμης, δοῦλον γενόμενον· ἀλλ' ὦς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτω, καὶ δέξαι μου τὴν ἐκ ρυπαρῶν χειλέων προσφερομένην σοὶ δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἠμῶν Δεσπότην καὶ Κύριον, τὴ μητρική σου παρρησία χρωμένη δυσώπησον, ἴνα ἄνοιξη καμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδῶν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψη μὲ πρὸς μετάνοιαν καὶ τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξη μέ. Καὶ πάρεσο μοὶ ἀεὶ ὦς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος· ἐν μὲν τῷ παρόντι βίω θερμὴ προστάτις καὶ βοηθός, τᾶς τῶν ἐναντίων ἑφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα μέ, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τᾶς σκοτεινᾶς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τὴ φοβερὰ ἥμερά της κρίσεως, τῆς αἰωνίου μὲ ρυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης τού σου Υἱοῦ καὶ Θεοῦ ἠμῶν κληρονόμον μὲ ἀποδεικνύουσα. Ἢς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπία τοῦ μονογενοῦς Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ· ὢ πρέπει πάσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποιῶ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἷς τους αἰώνας τῶν αἰώνων.
Ἀμήν.
Εὐχὴ
ἑτέρα εἷς τὸν
Κύριον ἠμῶν
Ἰησοῦν
Χριστόν.
Καὶ δὸς ἠμίν, Δέσποτα, πρὸς ὕπνον ἀπιούσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἠμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τᾶς ὁρμᾶς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ' ἠμῶν δολίως κινούμενα. Τᾶς τῆς σαρκὸς ἠμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἠμῶν φρόνημα κοίμισαν. Καὶ δώρησαι ἠμίν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρὸν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἠμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταὶς ἐντολαίς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἐαυτοὶς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἠμὶν τὴν σὴν δοξολογίαν χάρισαι εἷς τὸ ὑμνεὶν καὶ εὐλογεὶν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἷς τους αἰώνας τῶν αἰώνων.
Ἀμήν.
Ὑπερένδοξε,
ἀειπάρθενε,
εὐλογημένη
Θεοτόκε,
προσάγαγε τὴν
ἡμετέραν
προσευχὴν τῷ
Υἱῷ σου καὶ Θεῶ
ἠμῶν, καὶ αἴτησαι
ἴνα σώση διὰ
σου τᾶς ψυχᾶς
ἠμῶν.
Ἡ
ἐλπίς μου
ὁ Πατήρ,
καταφυγή μου ὁ
Υἱός, σκέπη μου
τὸ Πνεῦμα τὸ
ἅγιον· Τριὰς
ἅγια, δόξα σοί.
Τὴν πάσαν
ἐλπίδα μου εἷς
σὲ ἀνατίθημι,
Μήτηρ τοῦ Θεοῦ,
φύλαξον μὲ ὑπὸ
τὴν σκέπην σου.
Δόξα,
καὶ νῦν. Κύριε
ἐλέησον γ',
Εὐξόμεθα
ὑπὲρ εἰρήνης
τοῦ κόσμου.............
Ἀπόλυσις.
Τὴν ὡραιότητα
............
Δι’ εὐχῶν....